Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.84 | Dem. 59.88 (English) | >>Dem. 59.90 |
59.86ἀλλὰ μόναις ταύταις ἀπαγορεύουσιν οἱ νόμοι ταῖς γυναιξὶ μὴ εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ , ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ , ἐὰν δʼ εἰσίωσι καὶ παρανομῶσι , νηποινεὶ πάσχειν ὑπὸ τοῦ βουλομένου ὅ τι ἂν πάσχῃ , πλὴν θανάτου , καὶ ἔδωκεν ὁ νόμος τὴν τιμωρίαν ὑπὲρ αὐτῶν τῷ ἐντυχόντι , διὰ τοῦτο δʼ ἐποίησεν ὁ νόμος , πλὴν θανάτου , τἄλλα ὑβρισθεῖσαν αὐτὴν μηδαμοῦ λαβεῖν δίκην , ἵνα μὴ μιάσματα μηδʼ ἀσεβήματα γίγνηται ἐν τοῖς ἱεροῖς , ἱκανὸν φόβον ταῖς γυναιξὶ παρασκευάζων τοῦ σωφρονεῖν καὶ μηδὲν ἁμαρτάνειν , ἀλλὰ δικαίως οἰκουρεῖν , διδάσκων ὡς , ἄν τι ἁμάρτῃ τοιοῦτον , ἅμα ἔκ τε τῆς οἰκίας τοῦ ἀνδρὸς ἐκβεβλημένη ἔσται καὶ ἐκ τῶν ἱερῶν τῶν τῆς πόλεως .
59.87καὶ ὅτι ταῦτα οὕτως ἔχει , τοῦ νόμου αὐτοῦ ἀκούσαντες ἀναγνωσθέντος εἴσεσθε . καί μοι λαβέ .βούλομαι τοίνυν ὑμῖν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ τοῦ δήμου τοῦ Ἀθηναίων μαρτυρίαν παρασχέσθαι , ὡς σπουδάζει περὶ τὰ ἱερὰ ταῦτα καὶ ὡς πολλὴν πρόνοιαν περὶ αὐτῶν πεποίηται . ὁ γὰρ δῆμος ὁ Ἀθηναίων κυριώτατος ὢν τῶν ἐν τῇ πόλει ἁπάντων , καὶ ἐξὸν αὐτῷ ποιεῖν ὅ τι ἂν βούληται , οὕτω καλὸν καὶ σεμνὸν ἡγήσατʼ εἶναι δῶρον τὸ Ἀθηναῖον γενέσθαι , ὥστε νόμους ἔθετο αὑτῷ καθʼ οὓς ποιεῖσθαι δεῖ , ἐάν τινα βούλωνται , πολίτην , οἳ νῦν προπεπηλακισμένοι εἰσὶν ὑπὸ Στεφάνου τουτουὶ καὶ τῶν οὕτω γεγαμηκότων .
Νόμος Μοιχείας
ἐπειδὰν δὲ ἕλῃ τὸν μοιχόν ,μὴ ἐξέστω τῷ ἑλόντι συνοικεῖν τῇ γυναικί ·ἐὰν δὲ συνοικῇ ,ἄτιμος ἔστω .μηδὲ τῇ γυναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ ,ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ ·ἐὰν δʼ εἰσίῃ ,νηποινεὶ πασχέτω ὅ τι ἂν πάσχῃ ,πλὴν θανάτου .
59.88
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.84 | Dem. 59.88 (English) | >>Dem. 59.90 |